Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.4 Dem. 36.7 (English) >>Dem. 36.11

36.6μισθούμενος οὖν ὅδε τὴν ἐργασίαν αὐτὴν τῆς τραπέζης καὶ τὰς παρακαταθήκας λαμβάνων, ὁρῶν ὅτι, μήπω τῆς πολιτείας αὐτῷ παρʼ ὑμῖν οὔσης, οὐχ οἷός τʼ ἔσοιʼ εἰσπράττειν ὅσα Πασίων ἐπὶ γῇ καὶ συνοικίαις δεδανεικὼς ἦν, εἵλετο μᾶλλον αὐτὸν τὸν Πασίωνα χρήστην ἔχειν τούτων τῶν χρημάτων τοὺς ἄλλους χρήστας, οἷς προειμένος ἦν. καὶ οὕτω διὰ ταῦτʼ ἐγράφη εἰς τὴν μίσθωσιν προσοφείλων Πασίων ἕνδεκα τάλαντα, ὥσπερ καὶ μεμαρτύρηται ὑμῖν.

36.7ὃν μὲν τοίνυν τρόπον μίσθωσις ἐγένετο, μεμαρτύρηται ὑμῖν ὑπʼ αὐτοῦ τοῦ ἐπικαθημένου· ἐπιγενομένης δʼ ἀρρωστίας τῷ Πασίωνι μετὰ ταῦτα, σκέψασθʼ διέθετο. λαβὲ τῆς διαθήκης τὸ ἀντίγραφον καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί, παρʼ οἷς αἱ διαθῆκαι κεῖνται.Διαθήκη Πρόκλησις Μαρτυρίαι

36.8ἐπειδὴ τοίνυν Πασίων ἐτετελευτήκει ταῦτα διαθέμενος, Φορμίων οὑτοσὶ τὴν μὲν γυναῖκα λαμβάνει κατὰ τὴν διαθήκην, τὸν δὲ παῖδʼ ἐπετρόπευεν. ἁρπάζοντος δὲ τούτου καὶ πόλλʼ ἀπὸ κοινῶν ὄντων τῶν χρημάτων ἀναλίσκειν οἰομένου δεῖν, λογιζόμενοι πρὸς ἑαυτοὺς οἱ ἐπίτροποι, ὅτι, εἰ δεήσει κατὰ τὰς διαθήκας, ὅσʼ ἂν οὗτος ἐκ κοινῶν τῶν χρημάτων ἀναλώσῃ, τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν, οὐδʼ ὁτιοῦν ἔσται περιόν, νείμασθαι τὰ ὄνθʼ ὑπὲρ τοῦ παιδὸς ἔγνωσαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.4 Dem. 36.7 (English) >>Dem. 36.11

Powered by PhiloLogic